Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.106 Dem. 24.109 (English) >>Dem. 24.112

24.108βούλομαι τοίνυν ὑμῖν, ὑπεσχόμην ἐν ἀρχῇ τοῦ λόγου, ἀπολογίσασθαι πεποιηκότʼ ἐμαυτόν. ἔφην γὰρ αὐτὸν ἐξελέγξειν κατὰ πάντʼ ἔνοχον ὄντα τῇ γραφῇ, πρῶτον μὲν παρὰ τοὺς νόμους νομοθετοῦντα, δεύτερον δʼ ὑπεναντία τοῖς οὖσι νόμοις γεγραφότα, τρίτον δὲ τοιαῦτα διʼ ὧν βλάπτει τὴν πόλιν. οὐκοῦν ἠκούσατε τῶν νόμων, κελεύουσι ποιεῖν τὸν τιθέντα νόμον καινόν· καὶ πάλιν ὑμᾶς ἐδίδαξʼ ὅτι τούτων οὐδʼ ὁτιοῦν ἐποίησεν οὗτος. 24.109καὶ μὴν κἀκείνων ἠκούετε τῶν νόμων οἷς ἐναντίος ὢν ἐφαίνεθʼ τούτου· καὶ τούτους ὅτι πρὶν λῦσαι τόνδε τέθηκεν ἐπίστασθε. ἀλλὰ μὴν ὅτι γʼ οὐκ ἐπιτήδειος, ἀκηκόατε· ἄρτι γὰρ λέγων ἐπαυσάμην. οὐκοῦν κατὰ πάντʼ ἀδικεῖ φανερῶς, καὶ οὐδὲν ἔσθʼ τι φροντίσας οὐδʼ εὐλαβηθεὶς φαίνεται, ἀλλʼ ἔμοιγε δοκεῖ, κἂν εἰ πρὸς τούτοις ἄλλο τι μὴ ποιεῖν ἐγέγραπτʼ ἐν τοῖς οὖσι νόμοις, κἂν τοῦτο ποιῆσαι.

24.110πανταχόθεν μὲν τοίνυν δῆλός ἐσθʼ ὅτι ταῦτʼ ἔγραψʼ ἐπιβουλεύσας μετὰ τοῦ βουλεύσασθαι ταῦτʼ ἀδικεῖν καὶ οὐ γνώμῃ διαμαρτών, μάλιστα δʼ ἐκ τοῦ πάντα τὸν νόμον μέχρι τῆς ὑστάτης συλλαβῆς τοιοῦτον εἶναι· οὐδὲ γὰρ οὐδʼ ἄκων οὐδὲν ἔθηκεν ὀρθῶς ἔχον, οὐδʼ ὡς ὑμῖν ἔμελλε λυσιτελήσειν. πῶς οὖν οὐκ εἰκὸς μισεῖν καὶ τιμωρεῖσθαι τοῦτον, ὅστις τοῦ μὲν δήμου ἠδικημένου ἠμέλησεν, ὑπὲρ δὲ τῶν ἠδικηκότων καὶ ὕστερον ἀδικησόντων τοὺς νόμους ἔθηκεν;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.106 Dem. 24.109 (English) >>Dem. 24.112

Powered by PhiloLogic